the Melancholy Korean

Scroll to Info & Navigation

Sophisticated and Highly Educated Moderns - Part 1

Badges The Elder

Joachim Jeremias:

At no other point does the inner corruption and decay of the Hellenistic world—especially of the Levant—in New Testament times become so apparent as in the sphere of prayer. Measured by biblical standards, Greek prayer was lacking in seriousness and reverence even in the pre-Hellenistic period. This is evident, for example, in the fact that from ancient comedy onwards, parodies of prayer had become a stock convention for comedians. Such parodies are to be found above all in Aristophanes. Foolish, immoral, ridiculous, and even obscene prayers are woven into the action of the play and provoke the audience to uproarious laughter.

Aristophanes:

Λυσιστράτη

λάζυσθε πᾶσαι τῆς κύλικος ὦ Λαμπιτοῖ·
 λεγέτω δ’ ὑπὲρ ὑμῶν μί’ ἅπερ ἂν κἀγὼ λέγω·
ὑμεῖς δ’ ἐπομεῖσθε ταὐτὰ κἀμπεδώσετε.
οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτ’ ἀνήρ—

Καλονίκη

οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτ’ ἀνήρ—

Λυσιστράτη

ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. λέγε.

Καλονίκη

ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. παπαῖ
ὑπολύεταί μου τὰ γόνατ’ ὦ Λυσιστράτη.

Λυσιστράτη

οἴκοι δ’ ἀταυρώτη διάξω τὸν βίον—

Καλονίκη

οἴκοι δ’ ἀταυρώτη διάξω τὸν βίον—

Λυσιστράτη

κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη,—

Καλονίκη

κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη,—

Λυσιστράτη

ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου·

Καλονίκη

ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου·

Λυσιστράτη

κοὐδέποθ’ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι.

Καλονίκη

κοὐδέποθ’ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι.

Λυσιστράτη

ἐὰν δέ μ’ ἄκουσαν βιάζηται βίᾳ,—

Καλονίκη

ἐὰν δέ μ’ ἄκουσαν βιάζηται βίᾳ,—

Λυσιστράτη

κακῶς παρέξω κοὐχὶ προσκινήσομαι.

Καλονίκη

κακῶς παρέξω κοὐχὶ προσκινήσομαι.

Λυσιστράτη

οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά.

Καλονίκη

οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά.

Λυσιστράτη

οὐ στήσομαι λέαιν’ ἐπὶ τυροκνήστιδος.

Καλονίκη

οὐ στήσομαι λέαιν’ ἐπὶ τυροκνήστιδος.

Λυσιστράτη

ταῦτ’ ἐμπεδοῦσα μὲν πίοιμ’ ἐντευθενί·

Καλονίκη

ταῦτ’ ἐμπεδοῦσα μὲν πίοιμ’ ἐντευθενί·

Λυσιστράτη

εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθ’ ἡ κύλιξ.

Καλονίκη

εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθ’ ἡ κύλιξ.

Λυσιστράτη

συνεπόμνυθ’ ὑμεῖς ταῦτα πᾶσαι;

Πᾶσαι

νὴ Δία.